Kniga-Online.club
» » » » «Завет народу и свет племенам». Ахеменидская Персия в судьбах иудаизма - Сергей Петров

«Завет народу и свет племенам». Ахеменидская Персия в судьбах иудаизма - Сергей Петров

Читать бесплатно «Завет народу и свет племенам». Ахеменидская Персия в судьбах иудаизма - Сергей Петров. Жанр: История / Религиоведение / Языкознание год 2004. Так же читаем полные версии (весь текст) онлайн без регистрации и SMS на сайте kniga-online.club или прочесть краткое содержание, предисловие (аннотацию), описание и ознакомиться с отзывами (комментариями) о произведении.
Перейти на страницу:
πολλοὺς αὐτῶν εἰς τὰ φρούρια καταλοχίσας καὶ τοῖς Μακεδόσιν ἐν Ἀλεξανδρείᾳ ποιήσας ἰσοπολίτας ὅρκους ἔλαβεν παρ᾽ αὐτῶν, ὅπως τοῖς ἐκγόνοις τοῦ παραθεμένου τὴν πίστιν διαφυλάξωσιν. οὐκ ὀλίγοι δ᾽ οὐδὲ τῶν ἄλλων Ἰουδαίων εἰς τὴν Αἴγυπτον παρεγίγνοντο τῆς τε ἀρετῆς τῶν τόπων αὐτοὺς καὶ τῆς τοῦ Πτολεμαίου φιλοτιμίας προκαλουμένης. στάσεις μέντοι γε τοῖς ἐκγόνοις αὐτῶν πρὸς τοὺς Σαμαρείτας τὴν πάτριον ἀγωγὴν τῶν ἐθῶν ἀποσώζειν προαιρουμένοις ἐγίγνοντο καὶ πρὸς ἀλλήλους ἐπολέμουν, τῶν μὲν Ἱεροσολυμιτῶν τὸ παρ᾽ αὐτοῖς ἱερὸν ἅγιον εἶναι λεγόντων καὶ τὰς θυσίας ἐκεῖ πέμπειν ἀξιούντων, τῶν δὲ Σικιμιτῶν εἰς τὸ Γαριζεὶν ὄρος κελευόντων.

33

Τοὺς δ᾽ ἐν Ἀλεξανδρείᾳ Ἰουδαίους καὶ Σαμαρεῖς, οἳ τὸ ἐν Γαριζεὶν προσεκύνουν ἱερόν, κατὰ τοὺς Ἀλεξάνδρου χρόνους συνέβη στασιάσαι πρὸς ἀλλήλους, καὶ περὶ τῶν ἱερῶν ἐπ᾽ αὐτοῦ Πτολεμαίου διεκρίνοντο, τῶν μὲν Ἰουδαίων λεγόντων κατὰ τοὺς Μωυσέος νόμους ᾠκοδομῆσθαι τὸ ἐν Ἱεροσολύμοις, τῶν δὲ Σαμαρέων τὸ ἐν Γαριζείν. παρεκάλεσάν τε σὺν τοῖς φίλοις καθίσαντα τὸν βασιλέα τοὺς περὶ τούτων ἀκοῦσαι λόγους καὶ τοὺς ἡττηθέντας θανάτῳ ζημιῶσαι. τὸν μὲν οὖν ὑπὲρ τῶν Σαμαρέων λόγον Σαββαῖος ἐποιήσατο καὶ Θεοδόσιος, τοὺς δ᾽ ὑπὲρ τῶν Ἱεροσολυμιτῶν καὶ Ἰουδαίων Ἀνδρόνικος ὁ Μεσαλάμου. ὤμοσαν δὲ τὸν θεὸν καὶ τὸν βασιλέα ἦ μὴν ποιήσεσθαι τὰς ἀποδείξεις κατὰ τὸν νόμον, παρεκάλεσάν τε τὸν Πτολεμαῖον, ὅπως ὃν ἂν λάβῃ παραβαίνοντα τοὺς ὅρκους ἀποκτείνῃ. ὁ μὲν οὖν βασιλεὺς πολλοὺς τῶν φίλων εἰς συμβουλίαν παραλαβὼν ἐκάθισεν ἀκουσόμενος τῶν λεγόντων. οἱ δ᾽ ἐν τῇ Ἀλεξανδρείᾳ τυγχάνοντες Ἰουδαῖοι σφόδρα ἠγωνίων περὶ τῶν ἀνδρῶν, οἷς ἀγανακτεῖν περὶ τοῦ ἐν τοῖς Ἱεροσολύμοις συνέβαινεν ἱεροῦ· χαλεπῶς γὰρ ἔφερον, εἰ τοῦτό τινες καταλύσουσιν οὕτως ἀρχαῖον καὶ διασημότατον τῶν κατὰ τὴν οἰκουμένην ὑπάρχον. τοῦ δὲ Σαββαίου καὶ Θεοδοσίου συγχωρησάντων τῷ Ἀνδρονίκῳ πρώτῳ ποιήσασθαι τοὺς λόγους, ἤρξατο τῶν ἀποδείξεων ἐκ τοῦ νόμου καὶ τῶν διαδοχῶν τῶν ἀρχιερέων, ὡς ἕκαστος παρὰ πατρὸς τὴν τιμὴν ἐκδεξάμενος ἦρξε τοῦ ναοῦ, καὶ ὅτι πάντες οἱ τῆς Ἀσίας βασιλεῖς τὸ ἱερὸν ἐτίμησαν ἀναθήμασιν καὶ λαμπροτάταις δωρεαῖς, τοῦ δ᾽ ἐν Γαριζεὶν ὡς οὐδὲ ὄντος οὐδεὶς λόγον οὐδ᾽ ἐπιστροφὴν ἐποιήσατο. ταῦτα λέγων Ἀνδρόνικος καὶ πολλὰ τούτοις ὅμοια πείθει τὸν βασιλέα κρῖναι μὲν κατὰ τοὺς Μωυσέος νόμους οἰκοδομηθῆναι τὸ ἐν Ἱεροσολύμοις ἱερόν, ἀποκτεῖναι δὲ τοὺς περὶ τὸν Σαββαῖον καὶ Θεοδόσιον. καὶ τὰ μὲν γενόμενα τοῖς ἐν Ἀλεξανδρείᾳ Ἰουδαίοις κατὰ Πτολεμαῖον τὸν Φιλομήτορα ταῦτα ἦν.

34

…ἀσμένως δ᾽ αὐτὸν προσδεξαμένου θαρρῶν ἤδη περὶ τῶν προκειμένων ὁ Σαναβαλλέτης αὐτῷ λόγους προσέφερεν δηλῶν, ὡς γαμβρὸν μὲν ἔχοι Μανασσῆ τοῦ τῶν Ἰουδαίων ἀρχιερέως Ἰαδδοῦ ἀδελφόν, πολλοὺς δὲ καὶ ἄλλους αὐτῷ συμπαρόντας τῶν ὁμοεθνῶν θέλειν ἱερὸν ἐν τοῖς ὑπ᾽ ἐκείνῳ τόποις ἤδη κατασκευάσαι. τοῦτο δ᾽ εἶναι καὶ τῷ βασιλεῖ συμφέρον εἰς δύο διῃρῆσθαι τὴν Ἰουδαίων δύναμιν, ἵνα μὴ ὁμογνωμονοῦν τὸ ἔθνος μηδὲ συνεστός, εἰ νεωτερίσειέν ποτε, χαλεπὸν ᾖ τοῖς βασιλεῦσιν.

35

Τελεῖσθαι δ᾽ αὐτοῖς ταῦτα βούλομαι, καθὼς ἐπέσταλκα, καὶ τὸ περὶ τὸ ἱερὸν ἀπαρτισθῆναι ἔργον τάς τε στοὰς κἂν εἴ τι ἕτερον οἰκοδομῆσαι δέοι: ἡ δὲ τῶν ξύλων ὕλη κατακομιζέσθω ἐξ αὐτῆς τε τῆς Ἰουδαίας καὶ ἐκ τῶν ἄλλων ἐθνῶν καὶ ἐκ τοῦ Λιβάνου μηδενὸς πρασσομένου τέλος. ὁμοίως δὲ καὶ τοῖς ἄλλοις, ἐν οἷς ἂν ἐπιφανεστέραν γίγνεσθαι τὴν τοῦ ἱεροῦ ἐπισκευὴν δέῃ. πολιτευέσθωσαν δὲ πάντες οἱ ἐκ τοῦ ἔθνους κατὰ τοὺς πατρίους νόμους, ἀπολυέσθω δ᾽ ἡ γερουσία καὶ οἱ ἱερεῖς καὶ γραμματεῖς τοῦ ἱεροῦ καὶ ἱεροψάλται ὧν ὑπὲρ τῆς κεφαλῆς τελοῦσιν καὶ τοῦ στεφανιτικοῦ φόρου καὶ τοῦ περὶ τῶν ἄλλων.

36

Κατέλιπε δὲ καὶ ἐπιστάτας τοῦ κακοῦν τὸ γένος, ἐν μὲν ῾Ιεροσολύμοις Φίλιππον τὸ μὲν γένος Φρύγα, τὸν δὲ τρόπον βαρβαρώτερον ἔχοντα τοῦ καταστήσαντος, ἐν δὲ Γαριζὶν ᾿Ανδρόνικον, πρὸς δὲ τούτοις Μενέλαον, ὃς χείριστα τῶν ἄλλων ὑπερῄρετο τοῖς πολίταις, ἀπεχθῆ δὲ πρὸς τοὺς πολίτας ᾿Ιουδαίους ἔχων διάθεσιν.

37

Μετ᾿ οὐ πολὺν δὲ χρόνον ἐξαπέστειλεν ὁ βασιλεὺς γέροντα ᾿Αθηναῖον ἀναγκάζειν τοὺς ᾿Ιουδαίους μεταβαίνειν ἐκ τῶν πατρώων νόμων καὶ τοῖς τοῦ θεοῦ νόμοις μὴ πολιτεύεσθαι, μολῦναι δὲ καὶ τὸν ἐν ῾Ιεροσολύμοις νεὼν καὶ προσονομάσαι Διὸς ᾿Ολυμπίου καὶ τὸν ἐν Γαριζίν, καθὼς ἐτύγχανον οἱ τὸν τόπον οἰκοῦντες, Διὸς Ξενίου.

38

Ταῦτα βλέποντες οἱ Σαμαρεῖται πάσχοντας τοὺς Ἰουδαίους οὐκέθ᾽ ὡμολόγουν αὑτοὺς εἶναι συγγενεῖς αὐτῶν οὐδὲ τὸν ἐν Γαριζεὶν ναὸν τοῦ μεγίστου θεοῦ, τῇ φύσει ποιοῦντες ἀκόλουθα, ἣν δεδηλώκαμεν, καὶ λέγοντες αὑτοὺς Μήδων ἀποίκους καὶ Περσῶν· καὶ γάρ εἰσιν τούτων ἄποικοι. πέμψαντες οὖν πρὸς τὸν Ἀντίοχον πρέσβεις καὶ ἐπιστολὴν ἐδήλουν τὰ ὑπογεγραμμένα· «βασιλεῖ Ἀντιόχῳ θεῷ ἐπιφανεῖ ὑπόμνημα παρὰ τῶν ἐν Σικίμοις Σιδωνίων. οἱ ἡμέτεροι πρόγονοι διά τινας αὐχμοὺς τῆς χώρας παρακολουθήσαντες ἀρχαίᾳ τινὶ δεισιδαιμονίᾳ ἔθος ἐποίησαν σέβειν τὴν παρὰ τοῖς Ἰουδαίοις λεγομένην σαββάτων ἡμέραν, ἱδρυσάμενοι δὲ ἀνώνυμον ἐν τῷ Γαριζεὶν λεγομένῳ ὄρει ἱερὸν ἔθυον ἐπ᾽ αὐτοῦ τὰς καθηκούσας θυσίας. σοῦ δὲ τοῖς Ἰουδαίοις τῆς πονηρίας αὐτῶν ἀξίως χρησαμένου, οἱ τὰ βασιλικὰ διοικοῦντες οἰόμενοι κατὰ συγγένειαν ἡμᾶς ταὐτὰ ποιεῖν ἐκείνοις ταῖς ὁμοίαις αἰτίαις περιάπτουσιν, ὄντων ἡμῶν τὸ ἀνέκαθεν Σιδωνίων, καὶ τοῦτο φανερόν ἐστιν ἐκ τῶν πολιτικῶν ἀναγραφῶν. ἀξιοῦμεν οὖν σε τὸν εὐεργέτην καὶ σωτῆρα προστάξαι Ἀπολλωνίῳ τῷ μεριδάρχῃ καὶ Νικάνορι τῷ τὰ βασιλικὰ πράττοντι μηδὲν ἡμῖν ἐνοχλεῖν προσάπτουσι τὰς τῶν Ἰουδαίων αἰτίας, ἡμῶν καὶ τῷ γένει καὶ τοῖς ἔθεσιν ἀλλοτρίων ὑπαρχόντων, προσαγορευθῆναι δὲ τὸ ἀνώνυμον ἱερὸν Διὸς Ἑλληνίου· γενομένου γὰρ τούτου παυσόμεθα μὲν ἐνοχλούμενοι, τοῖς δ᾽ ἔργοις μετὰ ἀδείας προσανέχοντες μείζονάς σοι ποιήσομεν τὰς προσόδους.» ταῦτα τῶν Σαμαρέων δεηθέντων ἀντέγραψεν αὐτοῖς ὁ βασιλεὺς τάδε· «βασιλεὺς Ἀντίοχος Νικάνορι. οἱ ἐν Σικίμοις Σιδώνιοι ἐπέδωκαν τὸ κατακεχωρισμένον ὑπόμνημα. ἐπεὶ οὖν συμβουλευομένοις ἡμῖν μετὰ τῶν φίλων παρέστησαν οἱ πεμφθέντες ὑπ᾽ αὐτῶν, ὅτι μηδὲν τοῖς τῶν Ἰουδαίων ἐγκλήμασι προσήκουσιν, ἀλλὰ τοῖς Ἑλληνικοῖς ἔθεσιν αἱροῦνται χρώμενοι ζῆν, ἀπολύομέν τε αὐτοὺς τῶν αἰτιῶν, καὶ τὸ παρ᾽ αὐτοῖς ἱερόν, καθάπερ ἠξιώκασι, προσαγορευθήτω Διὸς Ἑλληνίου.» ταῦτα δὲ καὶ Ἀπολλωνίῳ τῷ μεριδάρχῃ ἐπέστειλεν ἕκτῳ ἔτει καὶ τεσσαρακοστῷ μηνὸς Ἑκατομβαιῶνος ρκανίου ὀκτωκαιδεκάτῃ.

39

Ἑστάκαμεν οὖν αὐτοῖς τά τε ὅρια τῆς ᾿Ιουδαίας καὶ τοὺς τρεῖς νομούς, ᾿Αφαίρεμα καὶ Λύδδαν καὶ Ῥαμαθέμ, οἵτινες προσετέθησαν τῇ ᾿Ιουδαίᾳ ἀπὸ τῆς Σαμαρείτιδος, καὶ πάντα τὰ συγκυροῦντα αὐτοῖς πᾶσι τοῖς θυσιάζουσιν εἰς ῾Ιεροσόλυμα, ἀντὶ τῶν βασιλικῶν, ὧν ἐλάμβανεν ὁ βασιλεὺς παρ᾿ αὐτῶν τὸ πρότερον κατ᾿ ἐνιαυτὸν ἀπὸ τῶν γεννημάτων τῆς γῆς καὶ ἀπὸ τῶν ἀκροδρύων. καὶ τὰ ἄλλα τὰ ἀνήκοντα ἡμῖν ἀπὸ τοῦ νῦν τῶν δεκατῶν καὶ τῶν τελῶν τῶν

Перейти на страницу:

Сергей Петров читать все книги автора по порядку

Сергей Петров - все книги автора в одном месте читать по порядку полные версии на сайте онлайн библиотеки kniga-online.club.


«Завет народу и свет племенам». Ахеменидская Персия в судьбах иудаизма отзывы

Отзывы читателей о книге «Завет народу и свет племенам». Ахеменидская Персия в судьбах иудаизма, автор: Сергей Петров. Читайте комментарии и мнения людей о произведении.


Уважаемые читатели и просто посетители нашей библиотеки! Просим Вас придерживаться определенных правил при комментировании литературных произведений.

  • 1. Просьба отказаться от дискриминационных высказываний. Мы защищаем право наших читателей свободно выражать свою точку зрения. Вместе с тем мы не терпим агрессии. На сайте запрещено оставлять комментарий, который содержит унизительные высказывания или призывы к насилию по отношению к отдельным лицам или группам людей на основании их расы, этнического происхождения, вероисповедания, недееспособности, пола, возраста, статуса ветерана, касты или сексуальной ориентации.
  • 2. Просьба отказаться от оскорблений, угроз и запугиваний.
  • 3. Просьба отказаться от нецензурной лексики.
  • 4. Просьба вести себя максимально корректно как по отношению к авторам, так и по отношению к другим читателям и их комментариям.

Надеемся на Ваше понимание и благоразумие. С уважением, администратор kniga-online.


Прокомментировать
Подтвердите что вы не робот:*
Подтвердите что вы не робот:*